De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ὤν καὶ αὐτὸς οὐ πάνυ θερμαίνει, λεπτομερῆ δ’ οὐσίαν
ἔχει. καὶ τῶν γεωδῶν ὅ τ’ ἀφρὸς τοῦ νίτρου καὶ τὸ
ῥᾳδίως ὕδατι λυόμενον ἀφρόνιτρον, ὡς ἐν γεώδεσι σώμασι
δηλονότι ἀκουόντων ὑμῶν. ἐφεξῆς δ’ αὐτῶν ἐστι τὸ Βερενίκιον
ὀνομαζόμενον νίτρον ἥ τ’ Ἀσία πέτρα. τὸ δ’ ἄνθος
αὐτῆς ἁπάντων ἐστὶ τῶν γεωδῶν λεπτομερέστατον. ἐκ δὲ
τῶν μεταλλευομένων ἀρσενικόν τε καὶ θεῖόν ἐστι λεπτομερῆ
τε καὶ θερμά. τούτων δ’ ἐφεξῆς τὸ μίσυ καὶ ἡ τοῦ χαλκοῦ
λεπὶς καὶ χαλκῖτις ἔχοντά τι καὶ στύψεως, διὸ καὶ καυθείσῃ
τῇ χαλκίτιδι χρώμεθα τὰ πολλὰ πρὸς τὰς τῶν λεπτομερεστέρων
φαρμάκων συνθέσεις. ἄνευ δὲ τοῦ θερμαίνειν ἐπιφανῶς
λεπτομερῆ μεταλλικὰ φάρμακα, σπόδιόν τε καὶ πομφόλυξ
ἐστὶ καὶ τὸ καλούμενον ψωρικόν. λεπτομερὴς δὲ ἱκανῶς
ἐστι καὶ ἡ χρυσοκόλλη. ἐν δὲ τοῖς χυλοῖς ἐμάθομεν εἶναι
λεπτομερῆ δάφνινον μὲν ἅμα τῷ θερμαίνειν ἰσχυρῶς, ὡς
πρὸς τὴν αἴσθησιν. οὐδὲν γὰρ ἧττον αὐτοῦ θερμαῖνον τῇ
δυνάμει τὸ κέδρινον ἀπολείπεται τῇ κατὰ τὴν αἴσθησιν θερμότητι
διὰ τὴν λεπτομέρειαν. ἐκ τούτου δὲ γένους ἐστὶ τῷ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]