De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
κεδρίνῳ καὶ ἡ στακτὴ καλουμένη κονία. καὶ ταύτης αὐτῆς,
ἥτις ἂν ἐξ ὕλης λεπτομεροῦς γένηται, καυθείσης, ὑπερβάλλει
τῇ δυνάμει τὸ κέδρινον ἔλαιον. ἐκ μηλέας τε οὖν καὶ
συκῆς καὶ μᾶλλόν γε τῆς ἀγρίας, ἣν ἐρινεὸν ὀνομάζουσιν,
ἔκ τε τῶν τιθυμάλλων καιομένων τὴν τοιαύτην ἐργαζόμεθα
κονίαν. ἄριστος δὲ τῶν τιθυμάλλων ὁ χαρακίας προσαγορευόμενος.
ἐκ δὲ τῶν σιτηρῶν ὀνομαζομένων σπερμάτων λεπτομερέστατος
μὲν ὁ ὄροβος, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.
ἡ δ’ αἶρα μετὰ τοῦ θερμαίνειν σαφῶς. ἡ κριθὴ δ’ οὐδ’
ὅλως θερμαίνει. μέσης δ’ ὕλης ἐν αὐτοῖς ἐστι τὰ πικρὰ ταῖς
ποιότησι, τῶν μὲν πάνυ λεπτομερῶν ἀπολειπόμενα, παχυμερὲς
δ’ οὐδὲν ἔχοντα. τινὰ δ’ αὐτῶν ἀποκεχώρηκε βραχὺ τῶν
μέσων, τὰ μὲν ὡς ἐπὶ τὸ θερμαίνειν, τὰ δὲ ὡς ἐπὶ τὸ ψύχειν,
ὧν ἁπάντων τὰς ὕλας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
πραγματείᾳ διῆλθον, ὥσπερ γε καὶ τῶν ἀκροδρύων,
ἐν οἷς ἐστι τὰ ἀμύγδαλα τὰ πικρὰ καὶ τὰ πιστάκια. τῆς δὲ
ἀπὸ τῶν φυτῶν ὕλης οὐ μέμνημαι κατὰ τὸ παρὸν, ἀνελθεῖν
γὰρ ἐπὶ τὴν ἀρχὴν βούλομαι καὶ διηγήσασθαι, πότε καὶ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]