De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
μηδὲν δ’ ἔχων ἕτοιμον τοιοῦτο φάρμακον, εὐφόρβιον ἐλείωσα
μετ’ ἐλαίου, καὶ τήξας κηρὸν ἔμιξα καὶ μικρὸν ὕστερον, ἡνίκα
ἔπεμψεν ὁ φίλος αἰτῶν τὸ φάρμακον, ἔδωκα. τάχιστα δ’
ἀνωδύνου γενομένου προὐτράπην ἐντεῦθεν ἐπ’ ἄλλων μορίων
ὁμοίως πεπονθότων χρήσασθαι, περὶ ὧν αὖθις εἰρήσεται.
νυνὶ δ’ ἐπὶ τὸν τοῦ νευροτρώτου λόγον ἐπάνειμι
διὰ τοὺς μηδὲν μὲν τούτων ὧν ἐγὼ νῦν ὑφηγοῦμαι γινώσκοντας,
ἐγκαλοῦντας δὲ λεξειδίοις· οὓς εὑρεῖν μαντεύομαι
κακῶς ὀνομάζειν νευροτρώτους, ὅσοι τῶν τενόντων ἐτρώθησαν.
τένοντας γὰρ αὐτοὺς οἶμαι καλεῖν τοὺς ἔξωθεν τῆς χειρὸς
ἐπιτεταμένους, ὅλῳ τε τῷ καρπῷ καὶ τοῖς δακτύλοις.
ἐγὼ δ’ ὅτι μὲν σαφέστερον καὶ κυριώτερον ἦν αὐτοὺς ὀνομάζεσθαι
τενοντοτρώτους οὐκ ἀγνοῶ· πάντων δ’ ἀνδρῶν
συνήθως καλούντων νευροτρώτους, ὅπως μή τίς με νεωτεροποιεῖν
ἐν ταῖς προσηγορίαις φῇ, τὴν συνήθη προειλόμην
ἀντὶ τῆς ἀληθοῦς. εἶχε δὲ οὐδ’ αὐτὴ συνήθης γεγονέναι,
δίχα λόγου φθασάντων τῶν πλείστων ἰατρῶν καὶ τοὺς τένοντας
ὀνομάζειν νεῦρα. ἀλλ’ εἴτε νευροτρώτους ἐθέλοις
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]