De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἐφ’ ἑτέρου, φαρμάκου μὴ παρόντος, ἐπειδὴ καὶ ταύτην τὰ
ἐκ τοῦ βάθους ἠπιστάμην ἕλκουσάν τε καὶ διαφοροῦσαν.
ὅσῳ δ’ ἂν ᾖ πλέονος χρόνου ἡ ζύμη, τοσούτῳ βελτίων ἐστίν.
οὐ μόνον δὲ τὰ τοιαῦτα κατὰ τὰς ἀγροικίας εὑρίσκεται ῥᾳδίως,
ἀλλὰ καὶ θεῖον ἄπυρον, ᾧ ποτε καὶ αὐτῷ ἐχρησάμην
μίξας τῇ τετραφαρμάκῳ. ταύτῃ μὲν οὖν καὶ ἀφρόνιτρον καὶ
Βερενίκιον λίτρον καὶ ἀφρόλιτρον τὸ μὴ λιθῶδες, ἀλλ’ ὄντως
ἀφρόλιτρον, ὅπερ ἀφρώδη τὴν σύστασιν ἔχει, μίξας ἐχρησάμην
πολλάκις, οὐ μόνον ἐπ’ ἀγροικίας ἀπορίᾳ τῶν ἄλλων,
ἀλλὰ καὶ παρόντων τῶν εἰρημένων φαρμάκων, ἕνεκα τοῦ
τῇ πείρᾳ βασανίσαι μου τὴν ἐπίνοιαν καὶ διὰ μόνης τῆς
τοιαύτης χρήσεως ὁ τετρωμένος ἐθεραπεύθη, καταντλώμενος
δηλονότι τῷ ἐλαίῳ. τοῦτο γὰρ κοινὸν ἐπὶ πάντων ἔστω σοι
τῶν ἐνταῦθα λεγομένων φαρμάκων ἁρμόττειν τοῖς νευροτρώτοις.
καὶ τὸ καλούμενον δὲ ὑπὸ μὲν τῶν ἰατρῶν
ἀρσενικὸν, ὑπὸ δὲ τῶν ἀττικίζειν τὰ πάντα βουλομένων
ἀῤῥενικὸν, ἔμιξα τῇ τετραφαρμάκῳ δυνάμει, πειραθῆναί
μου τῆς ἐπινοίας βουλόμενος. αὖθις δὲ μὴ παρόντος
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]