De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἔχοντος, ὡς αὐτὸς ἐπὶ πολλοῖς οἶς ἐχρήσατο φαρμάκοις
ἄνευ μεθόδου μηδὲν ὤνησεν, ἐμοὶ κᾀκεῖνο τὸ παιδάριον
ἐκέλευσε προσαχθῆναι θεραπευθησόμενον. ὕστερόν τε γνοὺς
αὐτὸ διά τινος τῶν ἐπιτυχόντων θεραπευθὲν, οὐκ ἠξίωσε
λαβεῖν τοῦ φαρμάκου τὴν γραφήν. οὗτος τοίνυν αὐτὸς ἑωρακὼς
πολλὰς τῶν νευροτρώτων, ἀποκοπέντας τε δακτύλους
καὶ σαπέντας, ἐνίους δὲ καὶ τελευτήσαντας ἢ κυλλωθέντας,
εἶτα γνοὺς ὅτι μηδεὶς ἐκινδύνευσε τῶν ὑπ’ ἐμοῦ θεραπευθέντων,
ἅπαντες δὲ διὰ ταχέων ὑγιεῖς ἐγένοντο, φάρμακον ἠξίου
τι παρ’ ἐμοῦ λαβεῖν εὔπνουν τε ἅμα καὶ πολυτελὲς, ᾧ τοὺς
νευροτρώτους δυνήσεται θεραπεύειν. ἐγὼ δὲ πολλὰς ἤδη πολλάκις
ἐδεδώκειν ἑταίροις τε καὶ φίλοις ἰατροῖς γραφὰς αὐτοσχεδίους
κατὰ τὴν προγεγραμμένην μέθοδον, ὅπως ὑπὸ
τῶν ἐκβάσεων ὁ τῆς συνθέσεως αὐτῶν λόγος βεβαιῶται. πολυτελὲς
δ’, οἷον ἐκεῖνος ἐβούλετο, πένησιν ἀνθρώποις οὐκ
ἂν ἔδωκα νομίζων ἄμεινον εἶναι διὰ τῶν εὐπορίστων γίγνεσθαι
τὰς ἰάσεις. ὡς οὖν ὁ πλούσιος ἠξίωσεν εὔπνου τε καὶ
πολυτελοῦς φαρμάκου λαβεῖν τινα σύνθεσιν, ἔδωκα πλείους
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]