De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
αὐτῷ γραφὰς κατὰ τὴν προειρημένην μέθοδον ποιήσας, ὧν
πειραθῆναι σπεύδων ἐκεῖνος ἐκέλευσε τοῖς ἐλευθέροις τε καὶ
δούλοις ἀναζητεῖν αὐτῷ νευροτρώτους. ἐνεργησάντων δὲ τῶν
φαρμάκων ὑπὲρ ἅπασαν ἐλπίδα, πρῶτον μὲν ἐπῄνεσεν ὡς
ἀφθόνως αὐτῷ κοινωνήσαντά με τῶν γραφῶν, εἶτα καὶ δώροις
ἐτίμησε, καὶ γὰρ ἦν ἕτοιμος καὶ εἰς τὰ τοιαῦτα. τῶν
δοθέντων δ’ αὐτῷ φαρμάκων ἡ σύνθεσις ἦν τοιάδε. ♃ κινναμώμου,
δικτάμνου καὶ μάρου ἀνὰ ἑκάστου δραχμὰς μ΄.
καὶ γὰρ εὐώδη καὶ λεπτομερῆ ταῦτ’ ἔστι. τὸ δὲ ἀμάρακον
ὡς οὐκ εὐῶδες ἐνενόησα μηδ’ ὅλως μιγνύειν. εἶτ’ ἐπεὶ δυσπόριστον
ἦν ἐν Ῥώμῃ, καθάπερ καὶ τὸ μάρον, ἑώρων δὲ
ἐκεῖνον χαίροντα τοῖς δυσπορίστοις ὥσπερ γε καὶ τοῖς πολυτελέσι,
προσέθηκα τῇ γραφῇ κᾀκείνου βραχύ τι μέρους ἑνὸς,
ὡς οἶμαι τέταρτον ἢ πέμπτον. ταῦτα κοπέντα καὶ σηθέντα
λεπτοτρήτῳ κοσκίνῳ μιγνύειν ἐκέλευσα κηρωτῇ δι’ ὀποβαλσάμου
τοῦ ἀρίστου καὶ κηροῦ Τυῤῥηνικοῦ. σύμμετρον δ’
ἐστοχασάμην εἶναι τοῦ κηροῦ μὲν ὀκτὼ ποιήσασθαι μέρη,
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]