De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
πλείονι δι’ ὄξους δριμέος; οὐδὲν τῶν μεταλλικῶν ἐπὶ τούτων
χρήσιμον. ἐπὶ μέντοι τῶν γεγυμνωμένων νεύρων καὶ
τενόντων ἀγαθὸν ἂν εἴη φάρμακον. εἰ δὲ καὶ ἤδη φλεγμαίνει,
τήκειν αὐτὰ προσήκει διὰ ῥοδίνου καὶ οὕτως ἐμμότῳ
χρῆσθαι. χωρὶς δὲ τοῦ φλεγμαίνειν εὐθέως ἐν ἀρχῇ βελτίω
τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν φαρμάκων ἐστὶ τῶν σκληροτέρων
τε καὶ ξηροτέρων. καὶ βέλτιόν ἐστι χρῆσθαι τετηκόσιν
αὐτοῖς. ἔν τινι τῶν διαφορητικῶν ἢ παρηγορικῶν. λέγω
δὲ διαφορητικὰ μὲν τό τε παλαιὸν ἔλαιον καὶ τὸ κίκινον
καὶ τὸ σικυώνιον, παρηγορικὰ δὲ τό τε ῥόδινον καὶ τὸ χαμαιμήλινον
καὶ τὸ διὰ τῆς ἀλθαίας. ἰσχυρότερα δὲ τούτων
καὶ διὰ τοῦτο σώμασι σκληροτέροις ἁρμόττοντα τό τε διὰ
τοῦ σικύου τοῦ ἀγρίου τῆς ῥίζης ἐναφεψημένης τῷ ἐλαίῳ καὶ
τὸ διὰ τῆς ἴρεως καὶ βρυωνίας καὶ ἄρου, καὶ τούτων ἰσχυρότερόν
ἐστι τὸ διὰ τοῦ δρακοντίου καὶ ἀριστολοχίας καὶ
πάνακος. ἐγὼ δὲ πολλάκις ἐχρησάμην καὶ τῷ διὰ τῆς ἐλάτης
σπέρματος ἐλαίῳ καὶ τῷ διὰ τοῦ τῶν αἰγείρων ἄνθους,
ἀποβρέχω γὰρ ἐν ἐλαίῳ Σαβίνῳ ταῦτα χρόνῳ πλείονι. ταῦτα
μὲν οὖν ὅσα νῦν εἴρηκα περὶ τῆς χρήσεως τῶν τοιούτων
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]