De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
μίαν γέ τινα διάθεσιν ἔχει μὴ φέρουσαν ἰσχυρὰν
δῆξιν. ἀκηκόατε δ’ αὐτὰ πολλάκις, ἀλλὰ καὶ νῦν ἀναμνήσω
πάλιν, ἀξιώσω τε μεμνῆσθαι πρὸς ἅπαντα τὸν ἑξῆς λόγον.
ὅσα τοίνυν πληθωρικὰ καὶ ὅσα κακόχυμα καὶ πρὸς τούτοις
ἔτι μαλακόσαρκα καὶ ἱκανῶς αἰσθητικὰ σώματ’ ἐστὶ, ῥᾳδίως
εἰς φλεγμονὴν ἄγεται δηχθέντα. περιέχεται δὲ ἐν τοῖς μαλακοσάρκοις,
δηλονότι τὰ τῶν λευκῶν γυναικῶν σώματα καὶ
τὰ τῶν παιδίων εὐνούχων τε καὶ ἀνδρῶν λευκῶν τὴν χροιὰν,
ὅσοι τε γῆν ἐποικοῦσι ψυχρὰν, ὑγρὰ καὶ τούτων ἐστὶ καὶ
φλεγματικὰ τὰ σώματα καὶ διὰ τοῦτο μαλακά τε καὶ λευκά.
καθάπερ γε καὶ τὰ θερμὴν οἰκοῦντα γῆν, οἷα τὰ κατ’ Αἴγυπτον
καὶ Ἀραβίαν ἐστὶ, σκληρὰν ἔχει καὶ ξηρὰν τὴν τῶν
σωμάτων ἕξιν. ὡς οὖν ἀεὶ ταῦθ’ ὑμῶν μνημονευόντων, προσθήσω
τινὰ καὶ ἄλλην ὕλην φαρμάκων ἁπλῶν θεραπεύειν
ἕλκη δυναμένην κακοήθη. σαρκοκόλλα τοίνυν καὶ ἰχθυοκόλλα
καὶ μᾶλλον αὐτῶν ἡ χρυσοκόλλα τοιαύτης εἰσὶ δυνάμεως.
ἄριστον δὲ φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ κεκαυμένος μόλυβδός
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]