De Antidotis (On Antidotes)
Kühn 1827
συντεθεῖσα μὲν ὑπὸ Ἀνδρομάχου τοῦ ἰατροῦ,
παρωσαμένη δὲ τὴν Μιθριδάτειον ὀνομαζομένην, καὶ αὐτὴν
ἀπὸ τοῦ συνθέντος αὐτὴν οὕτω κληθεῖσαν. ὁ γάρ τοι
Μιθριδάτης οὗτος, ὥσπερ καὶ ὁ καθ' ἡμᾶς Ἄτταλος, ἔσπευσεν
ἐμπειρίαν ἔχειν ἁπάντων σχεδὸν τῶν ἁπλῶν φαρμάκων,
ὅσα τοῖς ὀλεθρίοις ἀντιτέτακται, πειράζων αὐτῶν τὰς δυνάμεις
ἐπὶ πονηρῶν ἀνθρώπων, ὧν θάνατος κατέγνωστο. τινὰ
μὲν οὖν αὐτῶν ἀνεῦρεν ἐπὶ φαλαγγίων ἰδίως ἁρμόζοντα,
τινὰ δὲ ἐπὶ σκορπίων, ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν ἄλλα. καὶ
ἐπὶ τῶν ἀναιρούντων φαρμάκων τὰ μὲν ἐπὶ ἀκονίτου, τὰ
δὲ ἐπὶ λαγωοῦ τοῦ θαλαττίου, τὰ δ' ἐπ' ἄλλου τινὸς ἢ
ἄλλου. πάντα δ' οὖν αὐτὰ μίξας ὁ Μιθριδάτης ἓν ἐποίησε
φάρμακον, ἐλπίσας ἕξειν ἀρωγὸν ἐπὶ πᾶσι τοῖς ὀλεθρίοις.
ὕστερον δὲ Ἀνδρόμαχος ὁ Νέρωνος ἀρχιατρὸς, ἔνια μὲν
προσθεὶς, ἔνια δὲ ἀφελὼν, ἐποίησε τὴν θηριακὴν ὀνομαζομένην
ἀντίδοτον, οὐκ ὀλίγην ἐχιδνῶν σάρκα μίξας τοῖς
ἄλλοις, ἣν οὐκ εἶχεν ἡ Μιθριδάτειος. καὶ διὰ τοῦτο πρὸς
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]