De Antidotis (On Antidotes)
Kühn 1827
μὲν τὰ τῶν ἐχιδνῶν δήγματα καλλίων ἐστὶν ἡ θηριακὴ
τῆς Μιθριδάτειος ὀνομαζομένης· πρὸς τὰ ἄλλα δὲ οὐδὲν
ἥττων ἡ Μιθριδάτειος, ἀλλ' ἔστιν ἐφ' ὧν καὶ βελτίων. οὐ τὴν
αὐτὴν δὲ δύναμιν ἔχουσιν ἐπιλαμβανόμεναι καὶ προλαμβανόμεναι
τῶν ἀναιρούντων φαρμάκων. ὃ γὰρ
αὔταρκες αὐτῶν ἐστι μέγεθος εἰς τὸ μηδὲν παθεῖν προληφθέντων,
τοῦτο αὐξηθὲν εἰς τετραπλάσιον ἢ πενταπλάσιον
ἐπιδιδόμενον ὀνίνησι, καὶ οὐχ ἅπαξ γε τῆς ἡμέρας,
ἀλλὰ δίς. εἰ δέ τις ἤτοι καθ' ἑκάστην τὴν ἡμέραν, ὡς ὁ
καθ' ἡμᾶς γενόμενος αὐτοκράτωρ Αὐρήλιος Ἀντωνῖνος ἢ
ὡς αὐτὸς ὁ Μιθριδάτης, λαμβάνοι τοῦ φαρμάκου, παντάπασιν
ἀβλαβὴς ὑπὸ τῶν θανασίμων τε καὶ δηλητηρίων
φαρμάκων ὀνομαζομένων ἔσται, ὥσπερ φασὶ καὶ τὸν Μιθριδάτην
αὐτὸν, ἡνίκα προείλετο δι' ὀλεθρίου φαρμάκου
μᾶλλον ἀποθανεῖν, ἢ ὑπὸ Ῥωμαίοις γενέσθαι, μηδὲν εὑρεῖν
ἀνελεῖν αὐτὸν δυνάμενον. τὰ μὲν οὖν κατὰ Μιθριδάτην
ἀκούομεν· αὐτοὶ δ' ἡμεῖς ἴσμεν κατὰ τὸν Ἀντωνῖνον, ὃς
τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἑαυτοῦ κατασκευάζων ἑκάστης
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]