De Antidotis (On Antidotes)
Kühn 1827
ἡμέρας, ὅσον Αἰγυπτίου κυάμου μέγεθος ἐλάμβανεν, ἢ
καταπίνων ἄνευ μίξεως ὕδατος ἢ οἴνου ἢ τοιούτου μιγνύς.
ἐπεὶ δὲ συνέβαινεν αὐτῷ νυστάζειν καρωδῶς ἐν ταῖς ὁσημέραι
πράξεσιν, ἀφεῖλε τὸν ὀπὸν τῆς μήκωνος. πάλιν οὖν
αὐτὸν συνέβη διὰ τὸ πρόσθεν ἔθος, ὡς ἂν αὐτῷ τε φύσει
ξηροτέρας ὄντι κράσεως, καὶ ξηραῖνον φάρμακον ἐκ πολλοῦ
προσφερόμενον, τό γε πλεῖστον μέρος τῆς νυκτὸς ἄγρυπνον
διατελεῖν, καὶ διὰ τοῦτο ἠναγκάσθη προσφέρεσθαι, καὶ
τοῦ τὸν ὀπὸν ἔχοντος ἤδη πως κεχρονικότος. εἴρηται γάρ
μοι πολλάκις ἤδη τὰ τοιαῦτα φάρμακα χρονίζοντα πραότερον
ἴσχειν αὐτόν. ἦν δὲ τηνικαῦτα διὰ τὸν Γερμανικὸν
πόλεμον ἐν τοῖς περὶ τὸν Ἴστρον χωρίοις, ἐμοῦ παραιτησαμένου
τὴν ἀποδημίαν ἐκείνην. ἐπεὶ δὲ τὴν ὑπὸ Δημητρίου
τοῦ ἀρχιατροῦ σκευαζομένην ἀντίδοτον ἐπῄνει, μετὰ
θάνατον αὐτοῦ γράψας Εὐφράτει τῷ καθολικῷ, παρ' οὖ
τὰ πρὸς τὴν σύνθεσιν ἐλάμβανεν ἁπλᾶ φάρμακα, δηλῶσαι
τίς αὐτῷ παρῆν τῶν λαμβανόντων σύνταξιν αὐτοκρατορικὴν,
καὶ πυθόμενος ἐμὲ διὰ παντὸς αὐτῷ κατὰ πάσας τὰς συνθέσεις
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]