De Antidotis (On Antidotes)
Kühn 1827
διπλάσιον αὐτοῦ μοχθηρὸν ἀντὶ τοῦ καλλίστου προσφέροι
τις, ἢ εἴσωθεν, ἢ ἔξωθεν ἐν τῷ σώματι, βλάψει διπλάσιον.
ὅταν δὲ ἀναμίξαι δέῃ πολλοῖς τοῖς κατὰ μέρος ἕν τι κάλλιστον,
αὐξήσειν τὴν τῶν ἄλλων δύναμιν ὑπισχνούμενον, ἂν
ἀπορῶμεν τοῦ γενναιοτάτου, διπλασίῳ χρῆσθαι τῷ τὴν
αὐτὴν ἔχοντι κατὰ γένος ἐπαγγελίαν, οὐδὲν ἂν εἴη χεῖρον,
εἰ καὶ φαυλότερον φαίνοιτο τοῦ καλλίστου. ἔστι δ' ἡ κασσία
πλησίον τοῦ κινναμώμου τῷ γένει. καὶ γὰρ καὶ γίνεταί
ποτε κιννάμωμον ἐκ μεταβολῆς αὐτῆς, ὥστε ὅλον μὲν ὁρᾶσθαι
τὸ οἷον δένδρον ἀκριβὲς κασσίαν, ἀκρέμονας δέ τινας
ἐν αὐτῷ κινναμώμου, συνεχεῖς τοῖς κλάδοις τῆς κασσίας
εὑρίσκεσθαι. παραπλήσιον δέ ἐστι τὸ τοιοῦτον οὐ τῷ
κατὰ τοὺς οἴνους ἢ τοὺς ἄρτους, οἷα ὁ Κόϊντος ἔλεγεν,
ἀλλὰ τῷ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις, ἐν οἰκοδομίαις, ἐν
ναυπηγίαις, ἐν ἄρσεσι βαρέων σωμάτων, καὶ μεταφοραῖς,
ἐν πόλεσιν, ἐν ἁπάσαις ταῖς βοηθείαις, ἐν αἷς τὸ δι' ἑνὸς
ἰσχυροῦ γινόμενον, ὅταν οὗτος μὴ παρῇ, διὰ δυοῖν ἀσθενεστέρων
ἐπιτελεῖται. ταῦτα μὲν οὖν ἐκ τοὐναντίου ἐπικεχειρήσθω
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]