Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον, Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην, Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος. Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου, Ἤτ' ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην, Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν. Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου Οὖρον ἐπιφράσσοιτο, ὅτ' ἔσχετο πολλάκι καυλὸς Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην. Νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι, Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην, Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν, Πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους. Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ' ἠὼ Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος, 

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]