De Antidotis (On Antidotes)
Kühn 1827
ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐν ᾧ πεφθήσεται τὸ φάρμακον, ἀλλ'
εὐθέως χρῆσθαι, μηδὲ δύο μηνῶν ὁλοκλήρων ἐν τῷ μεταξὺ
γενομένων. διαδεξαμένου δ' αὐτὸν Κομμόδου, μήτε τῆς
θηριακῆς ἀντιδότου μήτε τοῦ κινναμώμου πεφροντικότος,
ἐκείνου τε τοῦ δένδρου τὸ περιττὸν, ὅσον τ' ἄλλο μετὰ τοὺς
Ἀδριανοῦ χρόνους ἐκομίσθη, διαπώλετο τὸ πᾶν, ὥστε τοῦ
νῦν ὄντος ἡμῶν αὐτο κράτορος Σεβήρου, κελεύσαντος
αὐτῷ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐσκεύαζον Ἀντωνίνῳ
συνθεῖναι τὴν ἀντίδοτον, ἠναγκάσθην ἐκ τῶν ἐπὶ Τραϊανοῦ
καὶ Ἀδριανοῦ κατατεθειμένων ἐκλέγειν, καί μοι σαφῶς
ἀσθενέστερα γεγονέναι νῦν ἐφαίνετο, μηδὲ λ΄. πεπληρωμένων
ἐτῶν τῶν μεταξύ. περὶ δ' οὖν τοῦ καλλίστου κινναμώμου
προσθεῖναί τι τῷ λόγῳ βούλομαι τῶν ἀναγκαίων, εἶναι μὲν
εὐωδέστατον, ἄῤῥητόν τέ τινα εὐωδίαν ὑπὲρ ἅπαντα τὰ
ἄλλα ἔχειν, γευομένῳ δὲ θερμὸν ἱκανῶς, οὐ μὴν, ὥστε
δάκνειν, λυπηρόν. τῇ χροιᾷ δὲ τοιοῦτον, ὡς εἴ τις μίξειε
τὸ τοῦ γάλακτος χρῶμα τῷ φαιῷ, μετὰ βραχέος τοῦ κυανοῦ
καλουμένου. λαβὼν δ' ὅσον ἐβουλόμην ἐξ αὐτοῦ, καθάπερ
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]