De Antidotis (On Antidotes)
Kühn 1827
καὶ ὁ Γαυριανὸς ἐν τῷ Ποτιόλων λόφῳ γενόμενος, ὅ
τε ἐν Νεαπόλει κατὰ τοὺς ὑποκειμένους αὐτῇ λόφους, Ἀμιναῖος
μὲν ὀνομαζόμενος, ἀλλὰ λεπτὸς μὲν ὑπάρχων,
οὐχ ὥσπερ οἱ κατὰ τὴν Σικελίαν τε καὶ Βιθυνίαν Ἀμιναῖοι,
καίτοι κᾀν τούτοις τοῖς ἔθνεσιν ὀλίγος μὲν ὁ ὑδατώδης
καὶ λεπτὸς οἶνος γεννᾶται, οὐ μὴν ἀποδεῖ γε οὔτε τοῦ
Σαβίνου κατὰ τὴν Ἰταλίαν οὔτε κατὰ τὴν Ἀσίαν Ἀρσινίου
τε καὶ Τιτακαζηνοῦ καὶ τοῦ παρ' ἡμῖν ὀνομαζομένου
Τιβηνοῦ διὰ τὸ χωρίον ἐν ᾧ γεωργεῖται Τίβας ὀνομαζόμενον.
οὗτοι πάντες ῥᾳδίως μεταβάλλονται πρὸς
τὰς ἐναντίας ποιότητας, ἤτοι τὴν ὀξεῖαν ἢ τὴν πικρὰν,
ἐν μὲν ἀρχῇ τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν.
πολὺ δὲ εἰς ἑκάτερα τὴν ἀλλοίωσιν αὐτοῖς συμβάλλεται τὸ
χωρίον ἐν ᾦ κεῖνται. καταρχὰς μὲν ἄριστόν ἐστι τὸ ψυχρὸν,
ὕστερον δὲ τὸ θερμὸν, ἢ πάλιν ἱκανῶς θερμὸν ἐξ
ἀρχῆς, ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δὲ ἐν
τῷ ψυχρῷ κείμενοι διαμένωσιν ἔτεσι β΄ καὶ γ΄, τοὐντεῦθεν
ἱκανῶς θερμαίνεσθαι δέονται, τοῦ χλιαροῦ δὲ χωρίου καὶ
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]