Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

τοῦ μέσου, κατὰ τὴν κρᾶσιν οὐδέποτε δέονται. τινὲς γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδ' ἐξ ἀρχῆς φέρειν τὸ ψυχρὸν, ἐφ' ὧν ὁ πατήρ μου πείρας ἕνεκεν εἰς θερμότατον οἶκον ἐμβαλὼν στοιβὴν πολλὴν καὶ θερμὴν ἐνέκρυψεν αὐτῇ πληρώσας κεράμια, καὶ τυχὼν τῆς ἐλπίδος οὐδέποτε ἔσχεν οἶνον ὀξυνόμενον, ἀλλὰ πάντας τάχιστα παλαιουμένους. ὅπως δ' ἄν τις οἴκημα παρασκευάσειε θερμὸν, ὡς ἐκεῖνος παρεσκεύασεν, καὶ δὴ φράσω. κατὰ τοὺς ἀγροὺς ἅπαντας παρ' ἡμῖν οἶκοι γίνονται μεγάλοι, τὴν μὲν ἑστίαν, ἐφ' ἧς καίουσι· τὸ πῦρ, ἐν μέσοις ἑαυτῶν ἔχοντες, οὐ πολὺ δὲ αὐτῆς ἀπέχουσιν αἱ τῶν ὑποζυγίων στάσεις, ἤτοι κατ' ἀμφότερα τὰ μέρη, δεξιόν τε καὶ ἀριστερὸν, ἢ πάντως γε κατὰ θάτερον. εἰσὶ δὲ κρίβανοι συνεζευγμένοι ταῖς ἑστίαις κατὰ τὸ πρόσω μέρος ἑαυτῶν, ὃ πρὸς· τὴν θύραν βλέπει τοῦ παντὸς οἴκου. τοιοῦτοι μὲν οὖν ἅπαντες οἱ κατὰ τοὺς ἀγροὺς οἶκοι κατασκευάζονται, κᾂν εὐτελεῖς ὦσιν. οἱ δ' ἐπιμελέστερον αὐτῶν κατασκευαζόμενοι κατὰ τὸν ἔνδον τοῖχον ἔχουσι τὴν κατ' ἄντικρυ τῇ θύρᾳ τεταγμένην εξέδραν. ἑκατέρωθεν δ' αὐτῆς κοιτῶνα, καθ' ὃν ἄνωθέν

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]