De Antidotis (On Antidotes)
Kühn 1827
τοῦ ἄρτου, τινὲς δὲ τὸ τρίτον μέρος. ἐγὼ δὲ καὶ τέταρτον
καὶ πέμπτον ἐνίοτε ἔβαλλον. εἰ μὴ γὰρ καλῶς ὠπτημένος
εἴη, κίνδυνος ὀξύτητός τι προστρίψασθαι τῷ φαρμάκῳ.
κάλλιον δὲ καὶ προεξηράνθαι τισὶν ἡμέραις ἐν οἴκῳ
ξηρῷ τὸν οὕτως ὠπτημένον. μιχθέντων δὲ αὐτῶν καὶ
λειωθέντων ἀκριβῶς, ὡς μηδεμίαν τῆς σαρκὸς τῶν ἐχιδνῶν
ἀλείωτον ὑπολείπεσθαι, κυκλίσκους ἀναπλάττειν λεπτούς. οἱ
γὰρ παχεῖς δυσξήραντοι γενόμενοι τὰς μὲν τῆς ἐχίδνης
σάρκας σήπεσθαι συγχωροῦσι, τὸν δ' ἄρτον ὀξύνεσθαι.
διὸ καὶ ξηρὸν λειοῦν τὸν ἄρτον ἄμεινόν ἐστιν, οὐχ ὡς οἱ
πρὸ ἐμοῦ σκευάζοντες τῷ Καίσαρι συνετίθεσαν, ἐμβρέχοντες
αὐτὸν τῷ τῶν ἐχιδνῶν ἀφεψήματι, κᾀγὼ μέχρι πολλοῦ
τοῦτ' ἐποίουν, ἀλλ' ὕστερόν μοι βέλτιον ἔδοξεν εἶναι λειώσαντι
τὸν ἄρτον οὕτως ἀναμιγνύναι τῇ σαρκὶ τῶν ἐχιδνῶν
ἀκριβῶς προλελειωμένῃ, θᾶττον γὰρ οὕτως οἱ κυκλίσκοι
ξηραίνονται, τὸν ξηρὸν ἄρτον, οὐ τὸν ὑγρὸν ἀναμιξάντων
ἡμῶν. ἔστω δὲ καὶ ὁ οἶκος ἐν ᾧ ξηραίνεσθαι μέλλουσι,
πάντως μὲν ὑπερῶος, ἐστραμμένος δὲ πρὸς μεσημβρίαν, ἢ
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]