De Antidotis (On Antidotes)
Kühn 1827
ἐνίοτε τὰ πλεῖστα τῶν φαρμάκων ἀσθενῆ, ἢ διὰ χρόνον,
ἢ διὰ γένος, ἔμιξαν αὐτοῖς τῶν ἰσχυροτάτων. ἐμβαλὼν
γοῦν τίς ποτε ἐκ τῶν Θηβῶν τῶν Αἰγυπτίων ὀπὸν ἰσχυρότατον
ὄντα, παραπλήσιον Φιλωνείῳ φαρμάκῳ καὶ τῇ γεύσει
καὶ τῇ δυνάμει τὴν ἀντίδοτον εἰργάσατο. σμύρναν δὲ
αὖθις ἐμβαλὼν, ἰσχυρότατον ἅμα τοῖς πλείστοις
ἀσθενέσιν, ἐπικρατηθῆναι τὴν ἀντίδοτον ὑπ' ἐκείνης ἐποίησε,
καί τις ἄλλος ὅμως ἐν κρόκῳ ταὐτὸν ἥμαρτεν, ὁ δὲ ἐν
σαγαπηνῷ, καθάπερ γε πάλιν ἄλλος ἐν ἀσφάλτῳ καὶ χαλβάνῃ.
τινὲς δὲ καὶ δύο καὶ τρία τῶν οὕτως ἰσχυρῶν
ἀσθενέσι τοῖς ἄλλοις μίξαντες ὑπ' ἐκείνων ἐπικρατουμένην
τὴν ἀντίδοτον εἰργάσαντο. τὴν σκευασίαν μὲν οὖν αὐτὴν
κᾂν ἅπαξ τις ἤδη δριμὺς ἄνθρωπος εὐκόλως μαθήσεται·
τῶν δ' ἐμβαλλομένων φαρμάκων τὴν διάγνωσιν οὐχ ἅπαξ
ἢ δὶς ἢ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι δεῖται, κᾂν
ἀκριβῶς ὑπό τινος δεικνύντος τε ἅμα καὶ λόγου διδάσκοντος,
ὁποῖόν ἐστι τὸ ἄριστον ἐκμάθοι, |τῷ δὲ χωρὶς τοῦ
δείξαντος ἐξ ἀναγνώσεως βιβλίου τινὸς, ὁποῖα τά θ' Ἡρακλείδου
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]