De Antidotis (On Antidotes)
Kühn 1827
ἔστι δ' ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος,
ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖστον
δ' ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο
γεννᾶται· διὰ τοῦτο καἰ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν
ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα
χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παραπλήσια
τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπιχώριοι
τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ
πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ
ὄρους ἡ ἐπωνυμία καθ' ὃ φύεται. πολὺ δ' ἔχων αὐτοῦ
καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ
καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παραπλήσιον
μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιότητος
ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ'
ἁπάντων ὦν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορίσασθαι
ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν
Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην,
εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]