Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ἄσφαλτος μὲν γὰρ οὐδὲ δολωθῆναι δύναται πανούργως, ὥσπερ οὐδὲ ὁ τοῦ ὀποβαλσάμου καρπὸς ἢ τὸ ξυλοβάλσαμον. ἔπλευσα δὲ καὶ εἰς Λῆμνον, ἴσασι δὲ οἱ θεοὶ, δι' οὐδὲν ἄλλο ἢ διὰ τὴν Λημνίαν, εἴτε γῆν ἐθέλει τις ὀνομάζειν, εἴτε σφραγῖδα, λέλεκται δὲ περὶ αὐτῆς αὐτάρκως ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐνάτῳ. ταύτην οὖν εἴτε Λημνίαν γῆν, εἴτε σφραγῖδα καλεῖν ἐθέλεις, παραποιοῦσιν, ὡς μηδένα δυνάσθαι διαγνῶναι τὴν ἀληθινὴν ἀπὸ τῆς παραπεποιημένης. καθάπερ γε τὸ καλούμενον Ἰνδικὸν Λύκιον, ἕτερά τε πολλὰ δυσκολωτάτην ἔχοντα διάγνωσιν ἀπὸ τῶν νενοθευμένων, ἃ χρὴ παρὰ τῶν εἰς τὰ χωρία πορευομένων, ἐπιτρόπων τε καὶ |συγκλητικῶν ἀρξάντων τῆς χώρας ἀθροίζειν, ἢ καὶ τῶν κατοικούντων ἐν αὐτοῖς φίλων, ὥσπερ ἐμὲ ποιοῦντα τεθέασθε. κομίζεται γάρ μοι τὰ μὲν ἐκ τῆς μεγάλης Συρίας, τὰ δ' ἐκ τῆς Παλαιστίνης, τὰ δὲ ἐξ Αἰγύπτου, τὰ δὲ ἐκ Καππαδοκίας, ἐκ Πόντου δ' ἄλλα, καθάπερ γε καὶ Μακεδονίας τε καὶ τῶν πρὸς τὴν δύσιν χωρίων, ἔνθα Κελτοὶ καὶ Ἴβηρες,

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]