
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
παλαιοῖς τῶν φιλοσόφων ἀνδρῶν ὁμιλεῖν. γενόμενον δέ τι
σύγγραμμα περὶ τῆς ἀντιδότου ταύτης οὐκ ἀηδῶς ἀνεγίνωσκες
τότε, καί μοι παραστάντι σοι εὐθέως μὲν φιλικοῖς
ἐνεῖδες τοῖς ὄμμασι, δεξιῶς δὲ καὶ προσηγόρευσας, καὶ μετὰ
ταῦτα πάλιν ἀνεγίνωσκες τὸ βιβλίον, ἀκροατὴν ἔχων ἐμέ.
ἤκουον δὲ καὶ αὐτὸς, οὐκ ἀμελῶς γὰρ ἦν τὸ σύγγραμμα
συντεταγμένον ὑπό τινος Ἀνδρομάχου καλουμένου, ἐντελῶς
πεπαιδευμένου τὴν τέχνην, μὴ μόνον τῇ πείρᾳ τῶν ἔργων,
ἀλλὰ καὶ τοῖς λόγοις, τὸν ἐπ᾿ αὐτοῖς λογισμὸν ἀκριβῶς
ἠσκημένου. τὸ γοῦν ἄρχειν ἡμῶν, διὰ τὴν ἐν τούτοις ὑπεροχὴν,
ὑπὸ τῶν κατ᾿ ἐκεῖνον καιρὸν βασιλέων ἦν πεπιστευμένος,
ὡς ἔμοιγε δοκεῖ, τάχα τι καὶ τῆς πατρίδος αὐτῷ
εἰς τὸ ἀκριβῶς ἐκμαθεῖν τὴν ἰατρικὴν συναραμένης. Κρὴς
γὰρ τὸ γένος ἦν, καὶ εἰκὸς ἦν τὴν Κρήτην, ὡς ἄλλα
πολλὰ τῶν βοτανῶν, οὕτω καὶ εἴς τι φάρμακον ἀγαθὸν
τοῖς ἀνθρώποις ἐνεγκεῖν τὸν τοιοῦτον ἄνδρα. ἀναγινώσκοντος
δέ σου τὰ γεγραμμένα, πάνυ γε ἐγὼ ἔχαιρον, ὅτι οὕτως
ἀκριβῶς προσεῖχες τοῖς ὑπὸ τοῦ ἀνδρὸς λεγομένοις, καὶ ἀληθῶς
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]