De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
καὶ μετ᾿ αὐτὸ πῦον συναγαγὼν, ἐδεήθη καὶ τομῆς,
καὶ ὁ μὲν παῖς, ὥσπερ τὶς ἀνὴρ ἤδη, τλημόνως ἀπάντων
ἀνεχόμενος, ἐπιεικῶς ἐθεραπεύετο, καθάπερ ἔκ τινος τοῦ
φιλοσοφίας λόγου, καρτερίᾳ τε καὶ ἀνδρείᾳ πρὸς τὰ παρόντα
εὐφυῶς συνησκημένος. σὺ δὲ ἐφεστὼς ἀκριβῶς οὕτως ἔβλεπες,
καὶ τοῖς γιγνομένοις ὑφ᾿ ἡμῶν ἅπασι προσεῖχες, ὡς εἴ
ποτέ τι καὶ παρέργως ἐγίγνετο, εὐθέως ἐφεστάναι, καὶ
παραινεῖν κατὰ τὸν Ἱπποκράτην, μηδὲν εἰκῇ ποιεῖν. ἐγὼ
δέ τι καὶ φιλοτιμότερον θεώμενος, περιεργότερον τὸ ὑπὸ
σοῦ γιγνόμενον ἔβλεπον. εἴ ποτε γάρ τι καὶ τῶν ἐπιθετιμένων
ὑπὸ τοῦ θεραπεύοντος φαρμάκων ἀτόπως ἔκειτο, τοῦτο
τοῖς σαυτοῦ δακτύλοις μετετίθεις τε καὶ δεόντως ἥρμοττες
τῷ τραύματι, ὡς θαυμαστὸν εἶναι δοκεῖν, ἐκ τῆς περὶ
τὸν υἱόν σου στοργῆς καὶ τῆς φυσικῆς ἐντρεχείας, αἰφνίδιόν
σοι οὕτω τῶν χειρῶν ἐνδεικνυμένων ἀκριβῆ τέχνην, καὶ
τοῦτ᾿ ἄρ᾿ ἦν ἰδεῖν ἐπὶ σοῦ φαινόμενον ἐκεῖνο, ὥσπερ δὴ
καὶ ὁ σοφώτατος Πλάτων, ὡς εἰκὸς ἐπὶ πολλῶν πολλάκις
ἰδὼν, καὶ χαίρων τῇ τῆς ἀληθείας ἀνάγκῃ, καὶ τὰς μαθήσεις
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]