De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως
ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς,
τῇ τῶν ἄλλων μίξει καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες
τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν τῶν παθῶν
διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως
τοῖς φαρμάκοις χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν
θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος φιλοτίμως τετεχνολόγηται,
ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων
ἐσκεύασαν. λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα
ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων φαρμάκων
τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ
καὶ τὴν τῶν ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν,
καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν πέφυκεν, εἰκότως
αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν,
ὡς διὰ τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων
ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ ἀναγκαῖον τῆς
χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι.
οὐδὲν γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]