Digital Corpus for Graeco-Arabic Studies

Galen: De Theriaca ad Pisonem (On Theriac to Piso)

Kühn 1827

οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ διαστήματος μῆκος, ὥσπερ τότε λογικὸν γιγνόμενον τὸ θηρίον εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν ἀσπίδων, ταύτης τε καὶ τῆς μὲν χερσαίας λεγομένης, τῆς τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν βουληθεῖσαν λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ἐπεὶ γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ σπουδῆς φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ τὴν οὕτω διάσημον γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ ἀνθρώπων γενέσθαι ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ θηρίῳ τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι τὰς πιστοτάτας δύο γυναῖκας, αὗται δὲ ἦσαν αἱ πρὸς τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη.

Work

Title: Galen: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 210-294

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_091.xml [170 Kb]