De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
πεύειν εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς
λαμβάνειν μὴ δυνάμενον εἰς τὸ προσίεσθαι αὐτὰς ἡδέως
κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν
ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους
οὐσίας ἀγωνιστικῶς ἔπαυσε, καὶ ἑλμίνθων τοῖς ἐντέροις
ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως
τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς
πολλῆς πείνης γενναίως ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην,
καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν εἰσφερομένην
τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ
ἄλλο πᾶν σῶμα, θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς
ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται πολλάκις, ἐκλύουσα
τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα
ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν
γιγνόμενον γενναίως θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν
καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ διακρίνειν αὐτὴν
ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας
τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]