De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ
τοὺς πόδας τοῦ ῥεύματος φορὰν κωλύει γίγνεσθαι, οὐκ
ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς
μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ
ἐν τῷ σώματι τοῦ ῥεύματος ὁ πνεύμων ἀεὶ κινούμενος διὰ
τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος
δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿
ἑαυτὸν ἕλκων, οὕτω πνίγει τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς
ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο ἀποσυμβουλεύω
μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ
θηριακῇ ἐν τοῖς τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ
γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ καὶ ἕτερα
συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν
ἀρξάμενοι ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε
οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας πολλάκις μεγάλως
ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον,
τὸ ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα
τοὺς ἀνασάρκας καὶ λευκοφλεγματίας λεγομένους ὕδρωπας
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]