De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
λοιπὸν, ὡς ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι,
τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι συμμέτρως ποιεῖ,
καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς
διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι
τῆς. ἀντιδότου λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος
χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν σπλάγχνων
ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν
δυνάμενον. οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν
τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς τε γὰρ αἰσθήσεις
ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων
ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι
ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν, ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα
κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς διαφθείρεσθαι.
ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις
τὴν τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ
τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ καὶ τὸν Μιθριδάτην
ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα,
οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα
πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ ἐκείνου ὀνόματι οὕτω
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]