De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ἔφην, τῶν θηρίων. λαμβάνειν δέ σοι τὸ φάρμακον συμβουλεύω,
ὅτε εὔπεπτος εἶ καὶ σιτίων μὴ πλήρης, καὶ τῷ
μέτρῳ δὲ ἄλλοτε ἄλλως χρώμενος εὖ ποιήσεις. ποτὲ μὲν
γὰρ κυάμου τοῦ Αἰγυπτίου τὸ μέγεθος μετὰ κυάθων δύο
ὕδατος λάμβανε, ὅταν ὀλίγον ᾖ τὸ μέλλον αὐτῆς πρὸς τὴν
πέψιν γίνεσθαι διάστημα· ποτὲ δὲ καρύου Ποντικοῦ τὸ
μέγεθος πίῃς, καὶ ἀνιεὶς κυάθοις τρισὶν οὕτως αὐτὸ πῖνε,
ὅταν πλείονα πρὸς τὴν διοίκησιν τοῦ φαρμάκου τὸν χρόνον
ἔχῃς. ἐπίβλεπε δὲ ἅμα καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐν
αἷς μέλλεις λαμβάνειν τοῦ φαρμάκου. θέρος μὲν γὰρ ὅταν
ᾖ, οὐδ᾿ ὅλως αὐτοῦ σοι συμβουλεύω λαμβάνειν. θερμοῦ γὰρ
ὄντος τοῦ καταστήματος, ἔτι καὶ μᾶλλον θερμότερον γιγνόμενον
βλάπτεται τὸ σῶμα, καὶ τοῦτό γε συνιδὼν ὁ θαυμασιώτατος
Ἱπποκράτης τὰς πρὸ κυνὸς καὶ κατὰ κύνα φαρμακίας
ἐργώδεας εἶναι λέγει. πυρετὸν γὰρ ὁ καιρὸς ὡς
ἐπὶ τὸ πλεῖστον οὗτος τοῖς ἀνθρώποις φέρει. διόπερ καὶ
τοῖς ἀκμάζουσι τὴν ἡλικίαν καὶ πολλὴν ἔχουσι τὴν φυσικὴν
θερμότητα μὴ πολὺ μηδὲ πολλάκις προσφέρεσθαι τὸ φάρμακον
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]