De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
κατ᾿ ὀλίγον τὴν ὠφέλειαν ποιούμενοι. διόπερ δὴ καὶ πολλοὶ
τῶν χρωμένων τὴν συναίσθησιν τῆς ἀπ᾿ αὐτῶν βοηθείας
ταχεῖαν οὐκ ἔχοντες τὴν ἀρχὴν οὐδ᾿ ὅλως βοηθεῖν δύνασθαι
νομίζουσι, μάλιστα ἐπειδὴ καὶ τῷ πυρὶ σποδὸς αὐτῶν τὸ
σῶμα γίγνεται, ἐξαφανίζεσθαι λέγοντες τῇ καύσει τὴν πρὸς
τὸ ἐπικουρεῖν δύναμιν αὐτῶν. ἐγὼ μέν φημι τὴν μὲν δύναμιν
αὐτὴν τῇ θηριακῇ μὴ ἔχειν τοὺς ἅλας, μὴ μέντοι
τελέως αὐτῶν ἐξαφανίζεσθαι τὴν ἐπίκουρον ἰσχύν. πολλὰ
γὰρ τὸ πυρὶ ὁμιλεῖν ἀποφαίνει κρείττονα, καὶ ποτὲ μὲν καὶ
κρυπτομένην αὐτῶν τὴν φύσιν εἰς τὸ φανερὸν ἄγει, τινὰ
δὲ καὶ πρὸς ἣν βουλόμεθα χρείαν εὐαρμόστως ἔχειν παρασκευάζει.
ὁ γοῦν χρυσὸς ὑφ᾿ ἡμῶν δι᾿ αὐτοῦ κρίνεται, καὶ
ὁ μὲν κίβδηλος πυρωθεὶς ἐλέγχεται, ὁ δὲ ἐν τῷ πυροῦσθαι
καθαρθεὶς ἀκριβῶς δόκιμος εἶναι φαίνεται. καὶ ὁ
σίδηρος πυῤῥούμενος μαλάττεται καὶ καμπτόμενος ὑφ᾿ ἡμῶν
εὔχρηστος εἶναι πρὸς πολλὰ τῶν ἐν τῷ βίῳ φαίνεται. οὐχὶ
δὲ καὶ τῶν προσφερομένων τὰ πλεῖστα πρὸς τὸ θρέψειν
ἡμᾶς διὰ τὸ πῦρ κατάλληλα γίγνεται; ἄρτος γέ τοι καὶ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]