De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
μηδὲ κακὸν αὐτοὺς ἐργάζεσθαι, καὶ τὰς ὑπ᾿ αὐτῶν γε ἀναιρουμένας
ἐλάφους ἐν τῷ κατατοξεύεσθαι μηδ᾿ αὐτὰς ἐσθιομένας
κακόν τι τοὺς ἐσθίοντας διατιθέναι λέγουσιν. ἀλλ᾿
οὗτος ὁ λόγος οὐ δοκεῖ μοι αὐτάρκης εἶναι πρὸς τὴν εὕρεσιν
τοῦ ὑφ᾿ ἡμῶν ζητουμένου, ἐμπειρικός τις ὢν καὶ μόνον
τὸ γενόμενον διηγούμενος. καὶ γὰρ αὐτοὺς τοὺς ἐμπειρικοὺς
οὐκ ἀποδέχομαι, ὅτι καὶ αὐτοὶ, ὥσπερ ἰδιῶται μόνον ὁρῶντες
τὸ βλεπόμενον, θαυμάζουσι μὲν τὸ γιγνόμενον, τοῦ δὲ
γιγνομένου τὴν αἰτίαν ἀγνοοῦσιν. οἱ μὲν μηδὲ τὴν ἀρχὴν
ἐπιζητοῦντες μαθεῖν, ἀλλ᾿ ἀποκνοῦντες αὐτὴν εὑρεῖν τῷ λόγῳ,
καὶ μόνον τῶν γιγνομένων ἀποπειρώμενοι, καὶ τὴν τῶν πολλάκις
ὁρωμένων ἐμπειρίαν ἀρκεῖν αὐτοῖς εἰς τὸ ἰατρεύειν
λέγοντες, τὸν αὐτὸν ἔχουσιν, ὡς ὁρᾷς, τοῖς ἰδιώταις τοῦ
θαύματος τρόπον. οἱ δὲ τούτων φιλοτιμότεροι ὁμολογοῦσι
μὲν ὅτι χρή τι ἐπιστημονικώτερον τῶν ἰδιωτῶν εἰς τὰ τοιαῦτα
ἔχειν τοὺς ἰατροὺς, εὑρεῖν δὲ ἀδυνατοῦντες, καὶ τὸ
ζητεῖν περιττὸν εἶναι νομίζουσιν. ἀλλ᾿ ἡμεῖς πλέον εἶναι
τούτων τὸ φιλότιμον εἰς τὴν τέχνην ἔχοντες, καὶ τὰ γιγνόμενα
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]