De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
παῖδα, ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον,
καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος ἐκείνῳ τῷ τύπῳ
τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν
εἰπεῖν ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ
γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ παιδίον, τῆς ὄψεως, οἶμαι,
διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ γεγραμμένου
τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς
φύσεως μυστηρίων ὁ ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει
καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς ἑαυτοῦ
μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ
τὰ ἔξωθεν αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν
βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς ἀράχνης γιγνομένας
τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν
τε καὶ λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν,
ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς ἀνθρώπους λαβόντας
τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν
θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ
τῆς ἄρκτου γιγνόμενον ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]