De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν
σκιᾷ ἀποτιθεμένους εἰς τὴν χρῆσιν φυλάττειν, εἶτα μετὰ
ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος
τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας,
ἀλλὰ μάλιστα περὶ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς
μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς τοὺς
ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν
ἰόν. ἔνδον γὰρ φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα
πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς φθοροποιὸν δύναμιν,
ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις,
ὅπερ ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς
φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς φωλείας μᾶλλον ἤπερ
τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως
αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε
τοῦ ἀέρος καὶ τραφῆναι τὴν συνήθη νομήν. νέμεται δὲ
ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ
συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις
καὶ κανθαρίδας καὶ τὰς καλουμένας πιτυοκάμπας.
αὗται γὰρ αὐτῶν εἰσιν αἱ κατάλληλοι τροφαί. ἔστω δὲ καὶ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]