De Optima Secta ad Thrasybulum (On the Best Sect)
Kühn 1821
παρὰ φύσιν, ἀλλὰ δεῖ ἐπ’ ἐνίων μὲν τὴν ἐπιφέρουσαν αἰτίαν
ἐξετάσαι, ὡς ἐπὶ τῆς κινήσεως, πότερον ὑπὸ προαιρέσεως,
ἢ ἀπροαιρέτως· καὶ ἐπὶ τοῦ χρώματος. ἐπεὶ γὰρ τὸ
χρῶμα ἀπὸ τῶν χυμῶν, ἐπιφαίνεται δὲ ἀπὸ τοῦ χρώματος
τὸ αἷμα, δεῖ σκοπεῖν, εἰ κατὰ φύσιν ἔχει τὸ αἷμα. ὄψει δὲ
ἐκ τῆς χρείας. ἂν γὰρ τὴν λοιπὴν ἅπασαν χρείαν τὸ αἷμα
ἀνεμπόδιστον παρέχηται καὶ μήτε διατείνῃ, μήτε βαρῇ, φήσεις
κατὰ φύσιν εἶναι τὸ χρῶμα. τὸ σχῆμα εἰ κατὰ φύσιν
ἐστὶν, ἀπὸ τῆς τοῦ μέλους χρείας καταλήψῃ, ὡς ἐπὶ τοῖς
ἐξαρθρηθεῖσιν. ἔνια δὲ ἐκ τοῦ τόπου, ἐν ᾧ γίνεται, εἰ κατὰ
φύσιν ἐστὶ, καταλαμβάνεται. οὕτω καὶ ἡ πύκνωσις καὶ ἡ ἀραίωσις
οἷς μὲν κατὰ φύσιν ἐστὶν, οἷς δὲ παρὰ φύσιν. ἡ μὲν γὰρ
τῶν γερόντων πύκνωσις, αὐτοῖς μὲν κατὰ φύσιν, παιδίοις
δὲ παρὰ φύσιν. ἡ δ’ αὖ τῶν παιδίων ἀραίωσις, αὐτοῖς μὲν
κατὰ φύσιν, γέρουσι δὲ παρὰ φύσιν. καὶ διαγωγῇ βίων πεπύκνωνταί
τινες, ὡς οἱ ἀγροῖκοι, καὶ κατὰ περιστάσεις ἄλλοι,
καὶ ὅμως κατὰ φύσιν διάκεινται. διὰ τοῦτο οὐχ οἶόν
Work
Title: De Optima Secta ad Thrasybulum
English: On the Best Sect
Original: Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 106-223
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_002.xml [233 Kb]