Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπικουρίαν εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων, αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων. διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθάδε λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿ ἀπόροις εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download