Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

[Περὶ τῆς ἀπὸ ψύξεως κεφαλαλγίας.] Τοῖς δὲ ἀπὸ ψύξεως ἁρμόζουσιν αἱ θερμότεραι τῶν ἐμβροχῶν, ὅτε μὲν συμμέτρως εἴη ἡ ψύξις, ἀρκουμένοις ἀνηθίνῳ καὶ πηγανίνῳ ἐλαίῳ θερμῷ· εἰ δὲ ἐπιτείνοιτο μεγάλης τῆς ψύξεως ὑπαρχούσης, σικύου ἀγρίου ῥίζαν ἐμβαλεῖν δεῖ, ποτὲ δὲ καὶ εὐφορβίου βραχύ. χρῆσθαι δὲ καὶ ἰρίνῳ ἐλαίῳ, ἤ τινι τῶν τοιούτων λεπτῶν εἰρημένων τινὰ τούτοις ἐμβαλόντα· ἐλάττω δὲ ἢ πλείω κατὰ τὴν ἐπικρατοῦσαν ψύξιν σκοποῦντα καὶ συμμετρούμενον. [Περὶ τῆς ἐξ ἀναθυμιάσεως κεφαλαλγίας.] Ὅσοις δὲ ἀπὸ ἀναθυμιάσεων αἱ κεφαλαλγίαι γίγνονται, ὑπάγειν τε τὴν γαστέρα καὶ ἄγειν αὐτοὺς εἰς εὐπνουστέρους οἴκους καὶ λεπτὸν ἀέρα ἔχοντας, ἐπιτηδεύειν τε καὶ πταρμοὺς, μάλιστα εἰ ἀπύρετοι εἶεν, ἐμβαλόντας τοῖς πόροις ἢ στρούθιον λεῖον, ἢ πέπερι, καὶ ἀνέλκειν κελεύοντας. κενουμένων γὰρ τῶν ἀτμῶν ῥᾷον διαφορηθήσεται ἡ κεφαλή. ἐμβρέχειν δ᾿ αὐτοὺς καὶ ἐλαίῳ, βραχὺ ὄξους παραχέοντας. ἥ τε γὰρ ἄμετρος ἐπὶ τὴν κεφαλὴν τῶν ἀτμῶν φορὰ ἀποκρουσθήσεται καὶ τὸ

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download