De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
ταυρείαν ὑγρὰν ἴσα, μετὰ διπλασίονος μέλιτος ἔγχριε· ἢ
χολὴ ἀρκεία μετὰ ὕδατος διπλασίου.
[Πρὸς πτερύγια.] Αἰγείρου ὀπῷ μετὰ μέλιτος διπλοῦ ἔγχριε.
[Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγειον ὀπτήσας, τὸν
ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα τὸν ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ
αὐτὸ τὸ ἧπαρ δίδου ἐσθίειν. ὠφελεῖ καὶ αἷμα περιστερᾶς
ἐγχριόμενον, καὶ χολὴ αἰγεία· ἢ ἧπαρ αἰγὸς ἐνέψων κέλευε
αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν, καὶ
δέχεσθαι τὴν ἀμίδα τοῖς ὀφθαλμοῖς· ἢ ὀνίδα πρόσφατον
χυλώσας ὑπάλειφε.
[Πρὸς τὰς ἐπιγενομένας ἐπὶ τῶν ὀφθαλμῶν κριθάς.]
Κηρῷ λευκῷ πυρία· ἢ μυιῶν τὴν κεφαλὴν ἀποβαλὼν, τῷ
λοιπῷ σώματι παράτριβε τὴν κριθήν.
[Πρὸς ὑπώπια.] Ὑπώπια παραχρῆμα καταπλασσομένη
ἡ ῥάφανος λεῖα αἴρει· αἴρει δὲ αὐτὴν ὅταν ἄρξηται
δάκνειν· ὁ τυρὸς νεαλὴς καταπλασσόμενος· ἢ κηρωτὴ μετὰ
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]