Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

τοίνυν τῆς ἰάσεως ἡ κένωσις αὐτῶν. ἐπειδὴ δὲ θερμότεροι τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐντυχούσης αὐτοῖς βοηθείας δέονται. ἔλαιον οὖν ῥόδινον καὶ πάνυ ψυχρὸν προσφερόμενον, ὕπνος τε καὶ ἡσυχία, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν λουτρὸν καὶ τροφαὶ εὔχυμοι, οὐ μέντοι θερμαίνουσαι. τοιαῦται δ᾿ εἰσὶν ὁ πτισάνης χυλὸς, καὶ τὰ ὑγρὰ τῶν ὠῶν ἄνευ γάρου καὶ ἐξ ὕδατος ἄρτος, θριδακίνη τε ὡς ἐμψύχουσα καὶ κράμβη ὡς ἀτμῶν ξηραντική. ποτῷ δὲ ὕδατι χρηστέον. ἀλλ᾿ ἐπί τινων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν οὖν αὐτοῖς ἐπιδοτέον, ἢ μῆλον, ἢ ἄπιον ἡψημένα. χρὴ δὲ ἕψειν οὕτως αὐτά· πρῶτον ἐν χύτρα ὕδωρ ἐγχέοντας θερμὸν, εἶτα κρεμάσαντας ἐν ἀγγείῳ τὰς ὀπώρας ὑποκαίειν τὴν χύτραν, ὅπως ὁ ἀναφερόμενος ἐκ τοῦ ὑδατὸς ἀτμὸς ἕψειν οἶός τε εἴη. καὶ σταφίδες δὲ ῥωννύουσι τὸν στόμαχον. φοινίκων δὲ παντελῶς ἀπέχεσθαι. ἔχουσι γάρ τινα ἰδιότητα κεφαλαλγίας ποιητικήν. εἰ δ᾿ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς δυνηθεῖεν, ἐπὶ λουτρὸν μὲν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν,

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download