Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

καὶ καταχεῖν ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶτα μικρὸν ἠρημήσαντας αὖθις παραπλησίως λούειν, εἶθ᾿ οὕτως τρέφειν ὡς πρόσθεν εἴρηται. εἰ δέ ποτέ τι τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολείποιτο τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς, καὶ διὰ τοῦτο παραμένει τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν τοῦ ῥοδίνου, ἐμβρέχειν δὲ τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, καὶ μετὰ ταῦτα ἰρίνῳ μεγάλως ὠφελοῦντι τὰς τοιαύτας διαθέσεις· μηδενὸς δὲ τούτων ὄντος, οἴνῳ χρῆσθαι. [Περὶ τῆς ἐκ πληγῶν καὶ συμπτωμάτων κεφαλαλγίας.] Ἐπεὶ δὲ καὶ διά τινα συμπτώματα καὶ πληγὰς γίνονται κεφαλαλγίαι, χρήσιμον βραχέα καὶ πρὸς ταῦτα ὑποσχέσθαι. ἁρμόζει τοίνυν ἡ διὰ σπόγγων πυρία καὶ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένων. πρὸς δὲ τούτοις ἡσυχία, ὑποστολὴ τροφῆς, κένωσις τοῦ κάτω γαστρός. φυλακτέον δὲ ἥλιον, λουτρὸν, οἰνοποσίαν, κραυγὴν καὶ διάτασιν, καὶ τῶν ἐν τροφῇ προσφερομένων τὰ δριμέα καὶ ὀξέα καὶ ἁλικά· δῆλον δ᾿ ὡς

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download