Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

τεῦτλον χυλῷ μετὰ κιμωλίας. δῆλον δὲ ὡς ἐπὶ τῶν ἁπαλοσάρκων γυναικῶν φυλάττεσθαι μὲν δεῖ τὸ ὄξος, οἴνῳ δὲ καταχρίειν τὰ φάρμακα. [Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.] Συμβαίνει διττὸν πάθος περὶ τὰς ἐν κεφαλῇ τρίχας, ὁτὲ μὲν ἔκλειψις αὐτῶν, ὁτὲ δὲ εἰς ἑτέραν χροιὰν μεταβολή. ἔκλειψις μὲν ἐν ταῖς φαλακρώσεσιν, ἑτεροχροία δὲ ἐν ταῖς ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν, ἀπρεπεστάτη βλάβη τῶν τριχῶν. ἔστι δ᾿ αὐτοῖς ἡ βλάβη παραπλησία τοῖς φυτοῖς. καθάπερ γὰρ ἐκεῖνα παραπλησίαν τῷ τρέφοντι ὑγρῷ τὴν γένεσιν ἔχει· ὁμοίως δὲ ταῖς τριξὶν ἡ παθητικὴ κατασκευή. ὁτὲ μὲν ἐνδείᾳ τοῦ τρέφοντος ὑγροῦ ἀφαιρούμενα φθείρεται, ἢ ἀλλοτριώσει τὴν κατὰ φύσιν ὑπαλλάττει διάθεσιν. ἔστι δὲ ἀλωπεκία καὶ ὀφίασις ἑκάτεραι μὲν διαθέσεις παρὰ φύσιν τὴν αὐτὴν αἰτίαν ἔχουσαι τῆς γενέσεως, κοινὴν δὲ καὶ τὴν ἴασιν, ὀνόμασι δὲ διαφόροις ὠνομασμέναι κατὰ τὸ σχῆμα. ἐπί τε γὰρ τῆς ὀφιάσεως παραπλήσιον ὄφει τὸ σχῆμα ἐπὶ τῆς κεφαλῆς φαίνεται, ἡ δ᾿ ἀλωπεκία, ὥς φασιν, ὠνόμασται διὰ τὸ συνεχὲς ταῖς ἀλώπεξι συμβαίνειν τὴν διάθεσιν, ψίλωσιν

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download