De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
καὶ τρίχας ἀνάγει.] Μυόχοδα καὶ κόπρους τράγου ἴσα κεκαυμένα
καλάμου Ἑλληνικοῦ διπλοῦν σὺν μέλιτι ἐγχριόμενα.
τοῦτο καὶ ἀλφοὺς ὠφελεῖ.
[Πρὸς τὰς ἐπιφυομένας ἐν τοῖς βλεφάροις τρίχας.]
Προεκτίλας τὰς τρίχας ἐκ ῥιζῶν αἵματι κόρεως κατάχριε, καὶ
οὐ μὴ φυήσονται· ἢ κρότωνος ἀπὸ κυνὸς αἵματι ἄκρως
ποιεῖ. χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τρίχας, ἢ χολῇ τραγείᾳ,
τίλλων εὐθέως κατάχριε· ἢ αἰγείᾳ χολῇ μετὰ χυλοῦ κράμβης.
[Πρὸς λευκώματα.] Ταχέως ἰᾶται νίτρον μετ᾿ ἐλαίου
παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ ἐπιχριόμενον· ἢ σαύρας
ἀφόδευμα ἔγχριε· ἢ νυκτικόρακος ὠὸν ἔγχριε, καὶ βάψεις αὐτούς.
[Πρὸς ἀμαύρωσιν ὀφθαλμῶν.] Ἀμαύρωσιν πᾶσαν καὶ
ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου
χυλοῦ καὶ μέλιτος Ἀττικοῦ· εἰ δὲ μὴ παρείη καὶ τῷ ἁπαλῷ
χρῆσθαι μέλιτι. ἔστω δὲ ὅ τε χυλὸς τοῦ πρασίου, καὶ τὸ μέλι
ἑκάστου διπλάσιον τῆς χολῆς· ἢ μαράθρου χυλὸν καὶ χολὴν
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]