Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναλειφθεῖσα· ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πέλια τῶν ὑπωπίων σπόγγος ἐν ἅλμῃ ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος. μετὰ τοῦτο δὲ πυρία συνεχὴς διὰ ὕδατος θερμοῦ. ταῦτα πρὸς τὰ πέλια τῶν ὑπωπίων· ἐφ᾿ ὧν δὲ αἱματώδη εἰσὶν, ἢ ὑπόξανθα, ἢ ὕπωχρα, φεύγειν χρὴ τὴν ἅλμην, καταπλάσσειν δὲ βατίνῳ, ἢ ἀψινθίῳ, ἢ ὑσσώπῳ καὶ ὀριγάνῳ, ἢ ῥαφάνου φλοιῷ, ἢ σταφίδι χωρὶς τῶν γιγάρτων· κατ᾿ ἰδίαν ἕκαστον μετὰ μέλιτος, ἢ ὄξους, ἢ ὕδατος ἀνέφθου καὶ λευκὸς βολβὸς μετ᾿ ὠοῦ καὶ μέλιτος, ἢ κυκλάμινος μετὰ σταφίδος. ἐπὶ δὲ τῶν κεχρονισμένων καὶ μεμελανωμένων νᾶπυ μετὰ στέατος προβατείου διπλασίονος· ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος φυραθὲν, καὶ μασηθὲν, καὶ σὺν σιέλῳ καταχρισθέν· ἢ κύμινον ῥάκει ἐνδήσας, καὶ εἰς ζεστὸν ἀποβάπτων πυρίαζε. ἢ κρίθινον ἄλευρον μετ᾿ ὀξυμέλιτος ἑψημένον· μαράθρῳ λείῳ μετὰ κηρωτῆς. [Πρὸς ὑπώπια μετὰ οἰδήματος.] Σπόγγον ὄξει καταβρέξας ἐπιτίθει, καὶ κατάπλασσε ἀλεύρῳ κριθίνῳ μετ᾿ ὀξυμέλιτος

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download