Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

καὶ τῆς αὐτῆς σχεδὸν θεραπείας χρήζει, διαφορὰ δὲ τῶν ποιούντων αὐτὰ ῥευμάτων. τὰ μὲν γὰρ αὐτῶν εἰσὶ θερμὰ, τὰ δὲ ψυχρά. διάγνωσις δ᾿ αὐτῶν ἐπὶ μὲν τοῖς θερμοτέροις, ἔρευθος καὶ πύρωσις, κᾂν ᾖ φλεγμονή τε καὶ ἀλγήματα σφοδρά. ἐπὶ δὲ τῶν ψυχροτέρων οἴδημα λευκὸν ἔνσομφον. ἑκατέρων δὲ ἴασις αὕτη ἐστὶ. ἐπὶ μὲν τῶν θερμῶν τὰ ψύχοντα, ἐπὶ δὲ τῶν ψυχρῶν τὰ θερμαίνοντα καὶ διαφοροῦντα. εἰ μὲν οὖν πολὺς εἴη ὁ ἐνοχλῶν χυμὸς, καθάρσει πρῶτον χρηστέον τοῦ λυποῦντος χυμοῦ. εἰ δὲ πληθωρικὸν εἴη τὸ σῶμα, πρώτης ἁπάντων παραλαμβανομένης φλοβοτομίας, ἀποκρουομένων τὰ ῥεύματα ὀξυκράτῳ, καὶ τοῖς ψυχροτέροις φαρμάκοις χρωμένων. (εἴρηται δὲ ἡμῖν περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς ἐμοῦ πρὸς Γλαύκωνα θεραπευτικοῖς γεγραμμένοις δυσὶ βιβλίοις, καὶ ἐν ἄλλοις πλείοσι, διὸ βραδύνειν οὐ χρὴ ὡς ἐν εὐπορίστοις περὶ τούτων λέγοντα.) ἐπὶ δὲ τῆς κατ᾿ ἰσχίον διαρθράσεως φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὕσης αὐτῆς, συνελαύνεται τὸ ἐκ τῶν περιεχομένων ἀγγείων τε καὶ μυῶν, αἷμα πρὸς

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download