Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς. [Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download