De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα, σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας τρίψας σὺν μέλιτι κατάπλασσε.
[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ.
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]