Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

[Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download