De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
[Πρὸς ὀδονταλγίας.] Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους
ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα
καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας
ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι.
[Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.] Σταφίδας ἐν
ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς
ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως
καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.
[Πρὸς οὖλα βιβρωσκόμενα.] Ἀριστολοχίας τρίψας
μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον
ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον
καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε·
ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου
ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ
χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.
[Πρὸς ὀφθαλμοπονίαν.] Μυελὸν αἴγειον περίχριε καὶ
ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]