Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα, ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμβανόμενα, ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμενος· ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πινόμενα, ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download