Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε. [Περὶ λυγμοῦ.] Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται. τοὺς δ᾿ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ᾿ οἴνου, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοηθήματα. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download