Prognosticon (Prognostic)
Littré 1840
τὸν τράχηλον, καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ,
κακόν· ἀλυσμὸν γὰρ σημαίνει. Θανατῶδες δὲ καὶ τὸ κεχηνότα
καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα
εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα. Ἐπὶ γαστέρα δὲ κέεσθαι
ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην
τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων.
Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης,
πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι
περιπλευμονικοῖσιν. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι
μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν
ἀπ᾿ ἀμφοῖν κίνδυνον ἐσόμενον· ἢν δὲ καὶ παραφρονέων
Work
Title: Prognosticon
English: Prognostic
Original: Προγνωστικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 110-190
Publisher: Baillière, Paris
Download
Hipp-Gr_006.xml [71 Kb]