Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

Littré 1840

λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον. Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα. Τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον· ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος. Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον· κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι· καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται. Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

12. Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν ᾖ λευκή τε ἡ ὑπόστασις, καὶ λείη, καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ᾿ ἂν κριθῇ ἡ

Work

Title: Hippocrates: Prognosticon
English: Prognostic
Original: Προγνωστικόν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 110-190

Publisher: Baillière, Paris

Download

Hipp-Gr_006.xml [71 Kb]